album-art-the-last-days
The Last Days

Session 3 - The Great Tribulation

Abi Willetts

Revelation 6:1–7:17

20 September 2009

The apocalyptic horsemen emerge as the seals are broken and the church comes out of the Great Tribulation. (54mins)


Revelation 6:1–7:17

NASBNew American Standard Bible®

New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit lockman.org.

Westcott-Hort1881 Westcott-Hort New Testament

1και ειδον οτε ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνη βροντης ερχου 2και ειδον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθεν νικων και ινα νικηση 3και οτε ηνοιξεν την σφραγιδα την δευτεραν ηκουσα του δευτερου ζωου λεγοντος ερχου 4και εξηλθεν αλλος ιππος πυρρος και τω καθημενω επ αυτον εδοθη {VAR1: [αυτω] } {VAR2: αυτω } λαβειν την ειρηνην {VAR1: [εκ] } {VAR2: εκ } της γης και ινα αλληλους σφαξουσιν και εδοθη αυτω μαχαιρα μεγαλη 5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντος ερχου και ειδον και ιδου ιππος μελας και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου 6και ηκουσα ως φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεις χοινικες κριθων δηναριου και το ελαιον και τον οινον μη αδικησης 7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα φωνην του τεταρτου ζωου λεγοντος ερχου 8και ειδον και ιδου ιππος χλωρος και ο καθημενος επανω {VAR1: [αυτου] } {VAR2: αυτου } ονομα αυτω [ο] θανατος και ο αδης ηκολουθει μετ αυτου και εδοθη αυτοις εξουσια επι το τεταρτον της γης αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης 9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν ην ειχον 10και εκραξαν φωνη μεγαλη λεγοντες εως ποτε ο δεσποτης ο αγιος και αληθινος ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης 11και εδοθη αυτοις εκαστω στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσονται ετι χρονον μικρον εως πληρωθωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκτεννεσθαι ως και αυτοι 12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμος μεγας εγενετο και ο ηλιος εγενετο μελας ως σακκος τριχινος και η σεληνη ολη εγενετο ως αιμα 13και οι αστερες του ουρανου επεσαν εις την γην ως συκη βαλλει τους ολυνθους αυτης υπο ανεμου μεγαλου σειομενη 14και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν 15και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων 16και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου 17οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτων και τις δυναται σταθηναι 7:1 μετα τουτο ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης κρατουντας τους τεσσαρας ανεμους της γης ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον 2και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου εχοντα σφραγιδα θεου ζωντος και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν 3λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι σφραγισωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων 4και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ισραηλ 5εκ φυλης ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι εκ φυλης ρουβην δωδεκα χιλιαδες εκ φυλης γαδ δωδεκα χιλιαδες 6εκ φυλης ασηρ δωδεκα χιλιαδες εκ φυλης νεφθαλιμ δωδεκα χιλιαδες εκ φυλης μανασση δωδεκα χιλιαδες 7εκ φυλης συμεων δωδεκα χιλιαδες εκ φυλης λευι δωδεκα χιλιαδες εκ φυλης ισσαχαρ δωδεκα χιλιαδες 8εκ φυλης ζαβουλων δωδεκα χιλιαδες εκ φυλης ιωσηφ δωδεκα χιλιαδες εκ φυλης βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι 9μετα ταυτα ειδον και ιδου οχλος πολυς ον αριθμησαι αυτον ουδεις εδυνατο εκ παντος εθνους και φυλων και λαων και γλωσσων εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενους στολας λευκας και φοινικες εν ταις χερσιν αυτων 10και κραζουσιν φωνη μεγαλη λεγοντες η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω 11και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσαν ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 12λεγοντες αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων {VAR1: [αμην] } {VAR2: αμην } 13και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον 14και ειρηκα αυτω κυριε μου συ οιδας και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου 15δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους 16ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα 17οτι το αρνιον το ανα μεσον του θρονου ποιμανει αυτους και οδηγησει αυτους επι ζωης πηγας υδατων και εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων


Powered by Sermon Browser