album-art-the-last-days
The Last Days

Session 9 - Babylon is Fallen

Mary Sutton

Revelation 17:1–18:24

1 November 2009

Revelation 17:1–18:24

NASBNew American Standard Bible®

New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit lockman.org.

Westcott-Hort1881 Westcott-Hort New Testament

1και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι το κριμα της πορνης της μεγαλης της καθημενης επι υδατων πολλων 2μεθ ης επορνευσαν οι βασιλεις της γης και εμεθυσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης 3και απηνεγκεν με εις ερημον εν πνευματι και ειδον γυναικα καθημενην επι θηριον κοκκινον {VAR1: γεμοντα } {VAR2: <γεμοντα> } ονοματα βλασφημιας εχων κεφαλας επτα και κερατα δεκα 4και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταις εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτης γεμον βδελυγματων και τα ακαθαρτα της πορνειας αυτης 5και επι το μετωπον αυτης ονομα γεγραμμενον μυστηριον βαβυλων η μεγαλη η μητηρ των πορνων και των βδελυγματων της γης 6και ειδον την γυναικα μεθυουσαν εκ του αιματος των αγιων και εκ του αιματος των μαρτυρων ιησου και εθαυμασα ιδων αυτην θαυμα μεγα 7και ειπεν μοι ο αγγελος δια τι εθαυμασας εγω ερω σοι το μυστηριον της γυναικος και του θηριου του βασταζοντος αυτην του εχοντος τας επτα κεφαλας και τα δεκα κερατα 8το θηριον ο ειδες ην και ουκ εστιν και μελλει αναβαινειν εκ της αβυσσου και εις απωλειαν υπαγει και θαυμασθησονται οι κατοικουντες επι της γης ων ου γεγραπται το ονομα επι το βιβλιον της ζωης απο καταβολης κοσμου βλεποντων το θηριον οτι ην και ουκ εστιν και παρεσται 9ωδε ο νους ο εχων σοφιαν αι επτα κεφαλαι επτα ορη εισιν οπου η γυνη καθηται επ αυτων 10και βασιλεις επτα εισιν οι πεντε επεσαν ο εις εστιν ο αλλος ουπω ηλθεν και οταν ελθη ολιγον αυτον δει μειναι 11και το θηριον ο ην και ουκ εστιν και αυτος ογδοος εστιν και εκ των επτα εστιν και εις απωλειαν υπαγει 12και τα δεκα κερατα α ειδες δεκα βασιλεις εισιν οιτινες βασιλειαν ουπω ελαβον αλλα εξουσιαν ως βασιλεις μιαν ωραν λαμβανουσιν μετα του θηριου 13ουτοι μιαν γνωμην εχουσιν και την δυναμιν και εξουσιαν αυτων τω θηριω διδοασιν 14ουτοι μετα του αρνιου πολεμησουσιν και το αρνιον νικησει αυτους οτι κυριος κυριων εστιν και βασιλευς βασιλεων και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι 15και λεγει μοι τα υδατα α ειδες ου η πορνη καθηται λαοι και οχλοι εισιν και εθνη και γλωσσαι 16και τα δεκα κερατα α ειδες και το θηριον ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην και τας σαρκας αυτης φαγονται και αυτην κατακαυσουσιν {VAR1: [εν] } {VAR2: εν } πυρι 17ο γαρ θεος εδωκεν εις τας καρδιας αυτων ποιησαι την γνωμην αυτου και ποιησαι μιαν γνωμην και δουναι την βασιλειαν αυτων τω θηριω αχρι τελεσθησονται οι λογοι του θεου 18και η γυνη ην ειδες εστιν η πολις η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων της γης 18:1 μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ της δοξης αυτου 2και εκραξεν εν ισχυρα φωνη λεγων επεσεν επεσεν βαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου {VAR2: [και φυλακη παντος θηριου ακαθαρτου] } και μεμισημενου 3οτι εκ {VAR1: [του οινου] } {VAR2: του οινου } του θυμου της πορνειας αυτης {VAR1: πεπτωκαν } {VAR2: πεπωκαν } παντα τα εθνη και οι βασιλεις της γης μετ αυτης επορνευσαν και οι εμποροι της γης εκ της δυναμεως του στρηνους αυτης επλουτησαν 4και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν εξελθατε ο λαος μου εξ αυτης ινα μη συγκοινωνησητε ταις αμαρτιαις αυτης και εκ των πληγων αυτης ινα μη λαβητε 5οτι εκολληθησαν αυτης αι αμαρτιαι αχρι του ουρανου και εμνημονευσεν ο θεος τα αδικηματα αυτης 6αποδοτε αυτη ως και αυτη απεδωκεν και διπλωσατε {VAR1: [τα] } {VAR2: τα } διπλα κατα τα εργα αυτης εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλουν 7οσα εδοξασεν αυτην και εστρηνιασεν τοσουτον δοτε αυτη βασανισμον και πενθος οτι εν τη καρδια αυτης λεγει οτι καθημαι βασιλισσα και χηρα ουκ ειμι και πενθος ου μη ιδω 8δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτης θανατος και πενθος και λιμος και εν πυρι κατακαυθησεται οτι ισχυρος {VAR1: [κυριος] } {VAR2: κυριος } ο θεος ο κρινας αυτην 9και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεις της γης οι μετ αυτης πορνευσαντες και στρηνιασαντες οταν βλεπωσιν τον καπνον της πυρωσεως αυτης 10απο μακροθεν εστηκοτες δια τον φοβον του βασανισμου αυτης λεγοντες ουαι ουαι η πολις η μεγαλη βαβυλων η πολις η ισχυρα οτι μια ωρα ηλθεν η κρισις σου 11και οι εμποροι της γης κλαιουσιν και πενθουσιν επ αυτην οτι τον γομον αυτων ουδεις αγοραζει ουκετι 12γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτων και βυσσινου και πορφυρας και σιρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου 13και κινναμωμον και αμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα και ιππων και ρεδων και σωματων και ψυχας ανθρωπων 14και η οπωρα σου της επιθυμιας της ψυχης απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου και ουκετι ου μη αυτα ευρησουσιν 15οι εμποροι τουτων οι πλουτησαντες απ αυτης απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτης κλαιοντες και πενθουντες 16λεγοντες ουαι ουαι η πολις η μεγαλη η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη [εν] χρυσιω και λιθω τιμιω και μαργαριτη 17οτι μια ωρα ηρημωθη ο τοσουτος πλουτος και πας κυβερνητης και πας ο επι τοπον πλεων και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν 18και {VAR1: εκραξαν } {VAR2: εκραζον } βλεποντες τον καπνον της πυρωσεως αυτης λεγοντες τις ομοια τη πολει τη μεγαλη 19και εβαλον χουν επι τας κεφαλας αυτων και {VAR1: εκραξαν } {VAR2: εκραζον } κλαιοντες και πενθουντες λεγοντες ουαι ουαι η πολις η μεγαλη εν η επλουτησαν παντες οι εχοντες τα πλοια εν τη θαλασση εκ της τιμιοτητος αυτης οτι μια ωρα ηρημωθη 20ευφραινου επ αυτη ουρανε και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινεν ο θεος το κριμα υμων εξ αυτης 21και ηρεν εις αγγελος ισχυρος λιθον ως μυλινον μεγαν και εβαλεν εις την θαλασσαν λεγων ουτως ορμηματι βληθησεται βαβυλων η μεγαλη πολις και ου μη ευρεθη ετι 22και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πας τεχνιτης {VAR1: [πασης τεχνης] } {VAR2: πασης τεχνης } ου μη ευρεθη εν σοι ετι και φωνη μυλου ου μη ακουσθη εν σοι ετι 23και φως λυχνου ου μη φανη εν σοι ετι και φωνη νυμφιου και νυμφης ου μη ακουσθη εν σοι ετι οτι {VAR1: [οι] } {VAR2: οι } εμποροι σου ησαν οι μεγιστανες της γης οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη 24και εν αυτη αιμα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι της γης


Powered by Sermon Browser