album-art-the-last-days
The Last Days

Session 11 - The Saints Will Reign

Roger Forster

Revelation 20:1–10

15 November 2009

Revelation 20:1–10

NASBNew American Standard Bible®

New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit lockman.org.

Westcott-Hort1881 Westcott-Hort New Testament

1και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειν της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου 2και εκρατησεν τον δρακοντα ο οφις ο αρχαιος ος εστιν διαβολος και ο σατανας και εδησεν αυτον χιλια ετη 3και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανηση ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη μετα ταυτα δει λυθηναι αυτον μικρον χρονον 4και ειδον θρονους και εκαθισαν επ αυτους και κριμα εδοθη αυτοις και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινες ου προσεκυνησαν το θηριον ουδε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα του χριστου χιλια ετη 5οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χιλια ετη αυτη η αναστασις η πρωτη 6μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου [τα] χιλια ετη 7και οταν τελεσθη τα χιλια ετη λυθησεται ο σατανας εκ της φυλακης αυτου 8και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης τον γωγ και μαγωγ συναγαγειν αυτους εις τον πολεμον ων ο αριθμος αυτων ως η αμμος της θαλασσης 9και ανεβησαν επι το πλατος της γης και εκυκλευσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτους 10και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και θειου οπου και το θηριον και ο ψευδοπροφητης και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων


Powered by Sermon Browser