album-art-the-last-days
The Last Days

Session 2 - Overcomers Listen

Wes Sutton

Revelation 2:1–3:22

13 September 2009

The role of the overcomers as a catalyst to the church to hasten the return of Jesus. (45mins)


Revelation 2:1–3:22

NASBNew American Standard Bible®

New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit lockman.org.

Westcott-Hort1881 Westcott-Hort New Testament

1τω αγγελω {VAR1: τω } {VAR2: της } εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων 2οιδα τα εργα σου και τον κοπον και την υπομονην σου και οτι ου δυνη βαστασαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους και ουκ εισιν και ευρες αυτους ψευδεις 3και υπομονην εχεις και εβαστασας δια το ονομα μου και ου κεκοπιακες 4αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκες 5μνημονευε ουν ποθεν πεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης 6αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω 7ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν τω παραδεισω του θεου 8και τω αγγελω {VAR1: τω } {VAR2: της } εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν 9οιδα σου την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα 10 {VAR1: μη } {VAR2: μηδεν } φοβου α μελλεις πασχειν ιδου μελλει βαλλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και {VAR1: εχητε } {VAR2: εξετε } θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης 11ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου 12και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν 13οιδα που κατοικεις οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου και εν ταις ημεραις αντιπας ο μαρτυς μου ο πιστος {VAR1: [μου] } {VAR2: μου } ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει 14αλλ εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδασκεν τω βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ φαγειν ειδωλοθυτα και πορνευσαι 15ουτως εχεις και συ κρατουντας την διδαχην {VAR2: [των] } νικολαιτων ομοιως 16μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου 17ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων 18και τω αγγελω {VAR1: τω } {VAR2: της } εν θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θεου ο εχων τους οφθαλμους {VAR1: [αυτου] } {VAR2: αυτου } ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω 19οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων 20αλλα εχω κατα σου οτι αφεις την γυναικα ιεζαβελ η λεγουσα εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα 21και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης 22ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη {VAR1: μετανοησουσιν } {VAR2: μετανοησωσιν } εκ των εργων αυτης 23και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο εραυνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων 24υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος 25πλην ο εχετε κρατησατε {VAR1: αχρις } {VAR2: <αχρις> } ου αν ηξω 26και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων 27και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβεται 28ως καγω ειληφα παρα του πατρος μου και δωσω αυτω τον αστερα τον πρωινον 29ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις 3:1 και τω αγγελω της εν σαρδεσιν εκκλησιας γραψον ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τους επτα αστερας οιδα σου τα εργα οτι ονομα εχεις οτι ζης και νεκρος ει 2γινου γρηγορων και στηρισον τα λοιπα α εμελλον αποθανειν ου γαρ ευρηκα σου {VAR2: τα } εργα πεπληρωμενα ενωπιον του θεου μου 3μνημονευε ουν πως ειληφας και ηκουσας και τηρει και μετανοησον εαν ουν μη γρηγορησης ηξω ως κλεπτης και ου μη γνως ποιαν ωραν ηξω επι σε 4αλλα εχεις ολιγα ονοματα εν σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσιν μετ εμου εν λευκοις οτι αξιοι εισιν 5ο νικων ουτως περιβαλειται εν ιματιοις λευκοις και ου μη εξαλειψω το ονομα αυτου εκ της βιβλου της ζωης και ομολογησω το ονομα αυτου ενωπιον του πατρος μου και ενωπιον των αγγελων αυτου 6ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις 7και τω αγγελω της εν φιλαδελφεια εκκλησιας γραψον ταδε λεγει ο αγιος ο αληθινος ο εχων την κλειν δαυιδ ο ανοιγων και ουδεις κλεισει και κλειων και ουδεις ανοιγει 8οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ηνεωγμενην ην ουδεις δυναται κλεισαι αυτην οτι μικραν εχεις δυναμιν και ετηρησας μου τον λογον και ουκ ηρνησω το ονομα μου 9ιδου διδω εκ της συναγωγης του σατανα των λεγοντων εαυτους ιουδαιους ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτους ινα ηξουσιν και προσκυνησουσιν ενωπιον των ποδων σου και γνωσιν οτι εγω ηγαπησα σε 10οτι ετηρησας τον λογον της υπομονης μου καγω σε τηρησω εκ της ωρας του πειρασμου της μελλουσης ερχεσθαι επι της οικουμενης ολης πειρασαι τους κατοικουντας επι της γης 11ερχομαι ταχυ κρατει ο εχεις ινα μηδεις λαβη τον στεφανον σου 12ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα της πολεως του θεου μου της καινης ιερουσαλημ η καταβαινουσα εκ του ουρανου απο του θεου μου και το ονομα μου το καινον 13ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις 14και τω αγγελω της εν λαοδικεια εκκλησιας γραψον ταδε λεγει ο αμην ο μαρτυς ο πιστος και {VAR1: [ο] } αληθινος η αρχη της κτισεως του θεου 15οιδα σου τα εργα οτι ουτε ψυχρος ει ουτε ζεστος οφελον ψυχρος ης η ζεστος 16ουτως οτι χλιαρος ει και ουτε ζεστος ουτε ψυχρος μελλω σε εμεσαι εκ του στοματος μου 17οτι λεγεις οτι πλουσιος ειμι και πεπλουτηκα και ουδεν χρειαν εχω και ουκ οιδας οτι συ ει ο ταλαιπωρος και ελεεινος και πτωχος και τυφλος και γυμνος 18συμβουλευω σοι αγορασαι παρ εμου χρυσιον πεπυρωμενον εκ πυρος ινα πλουτησης και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη της γυμνοτητος σου και {VAR1: κολλουριον } {VAR2: <κολλουριον> } εγχρισαι τους οφθαλμους σου ινα βλεπης 19εγω οσους εαν φιλω ελεγχω και παιδευω ζηλευε ουν και μετανοησον 20ιδου εστηκα επι την θυραν και κρουω εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν {VAR2: [και] } εισελευσομαι προς αυτον και δειπνησω μετ αυτου και αυτος μετ εμου 21ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ως καγω ενικησα και εκαθισα μετα του πατρος μου εν τω θρονω αυτου 22ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις


Powered by Sermon Browser